[ ]
Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane)
| 1 | Ἄβα Καλλιγόνου τοῦ καὶ Κατραίου, κληρονόμος |
| οὖσα Ἀρίου Νικάνορος τοῦ Ἀρίου τοῦ ἀνδρὸς | |
| αὐτῆς καὶ Νικάνορος καὶ Ἀρίου τῶν τέκνων | |
| αὐτῆς, κατ’ ἐντολὴν καὶ διαθήκην Ἀρίου τοῦ | |
| 5 | ἀνδρὸς ἐντέλλομαι καὶ κελεύω καὶ διατάσ- |
| σομαι μηδένα ἕτερον τεθῆναι εἰς τὸ μνῆ- | |
| μα τὸ Ἀρίου πλέον αὐτῆς τῆς Ἄβας καὶ μετὰ | |
| αὐτὴν ἄλλον μηδένα, ἢ ὁ παρὰ ταῦτα ποι- | |
| ήσας ἤτω ἠσεβηκὼς εἴς τε τοὺς καταχθονίους | |
| 10 | θεοὺς ἐξώλης τε καὶ πανώλης αὐτός τε ὁ παρὰ ταῦ- |
| τα ποιήσας καὶ τὸ γένος αὐτοῦ καὶ ἀποδότω τῶ | |
| ταμείω τοῦ κυρίου Καίσαρος δηνάρια † καὶ τῆ Σεβαστηνῶν | |
| πόλει δηνάρια ͵ηʹ καὶ τῶ δήμω Κανυτηλδέων δηνάρια ͵βφʹ· | |
| [ἀξιῶ δὲ] καὶ τὰ κελευσθέντα καὶ διαταγέντα ὑπ’ αὐ- | |
| 15 | [τ]ῆ[ς καὶ] τοῦ ἀνδρὸς αὐτῆς [ἄνω(?)] γραφέντα εἶναι κύρι- |
| [α εἰ]ς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ μηδενὶ ἐξὸν | |
| [εἶναι] ἀποξέσαι, ἢ ὁ ἀποξέσας ἔσται ὑπεύ- | |
| [θυ]ν[ος] τοῖς προστείμοις. |