[ ] Cil., E. — Soloi-Pompeiopolis (Viranşehir) — 2nd c. AD
See also:
1 ․․․․․․․․․․․․νοι σὲ μὲν οὐκ ἐσχολακέναι οὐδὲ
μίαν ἐπίσκεψιν ποιήσασθαι, τὴν δὲ πόλιν οὐ με-
τρίως κατὰ τοῦτο τὸ μέρος θλίβεσθαι· χωρὶς
μὲν γὰρ ὑπὸ τῶν στρατιωτῶν ἀτάκτως κατε-
5 σκηνωκότων οὐ μόνον τὴν ἔξω πόλιν ἀλλὰ καὶ
τὴν εἴσω κατέχεσθαι, ἣν οὐδ’ ἐπ’ Ἀλεξάνδρου
τοῦ βασιλέως οὐδέποτε ἐπισταθμευθῆναι,
μάλιστα δὲ ὑπὸ τῶν ἔξω τάξεων ἐνοχλεῖσθαι·
τοὺς γάρ κατέχοντας τὰ πολλὰ τῶν οἰκημάτων
10 τούτους εἶναι. οἶμαι μὲν οὖν καὶ παρόντι σοι [περὶ]
τούτων ἐντολὴν πεποιῆσθαι· οὐ μὴ̣ν ἀλ[λ’ εἴ]-
περ μὴ γέγονεν, σοὶ κ[α․․․․․] {²⁷καθῆκον ἦν?}²⁷.
Search Help
Contact Us