[ ] Cil., E. — Adana — CIG 4441, LBW 1509 — Rob., Hell. 10.1955.242 cf. — IGR 3.891 [1]
1 Κυρίαινα Ποπλίου τὴν
μάκραν κατεσκεύασα.
παραν<γ>έλλω δὲ μετὰ
τὸ ἐμὲ βληθῆναι ἐξὸν
5 εἶναι καὶ τέκνον μου
ἐπιμιγῆναι, ἑτέρῳ δὲ
μηδενί· εἰ δέ τις ἄλλος
ἐπιχειρήσῃ, δώσει τῷ
φίσκῳ (δην.) ͵β {⁴ΛΒ}⁴ καὶ λόγον
10 ὑφέξεται τῇ ἐξουσίᾳ.
Search Help
Contact Us