[ ] Cil. — Iotape (Aydap İskelesi) — 140/1-ca.161 AD — CIG 4411,a-b — DkschrWien 102.1970.149 note 1 — IGR 3.833,a-b
a.1            [ἡ βουλὴ καὶ ὁ δῆμος]
[ἐτείμ]ησαν Κενδεα̣[ν {²τοῦ δεῖνος}², ἄνδρα εὐσχήμο]-
να καὶ τοῦ βουλευτ̣ι[κοῦ τ]άγμα[τος, πατέ]ρα̣ Μο̣μ̣ψ̣ου
Κενδεου φι̣[λοπάτριδο]ς̣, [ἀνδρὸς εὐσχημονεστάτου] κ̣αὶ̣
5 φιλοτειμ[οτάτου κ]αὶ πρωτε̣ύ̣ον[τος τοῦ παρ’ ἡ]-
μεῖν τάγ[ματος τ]ῆς βουλ[ῆ]ς, ἀρχ[ι]ε[ρ]α[σαμέ]ν̣[ου]
τῶν Σεβασ̣ῶ]ν̣ [ἁγνῶς, δημιουργ]ήσα[ντος φιλοτεί]-
μως, πρυτα[νεύσαντο]ς̣ τ̣[ρὶς(?) δημωφελῶς(?), ἀγορα]-
νομήσαντ[ος] ἐκτενῶ[ς, δεκαπρω]τεύσαν-
10 τος πλειστά[κις] ἑπὶ τῆ[ς εἰσαγω]γῆς τῶν κυ-
ριακῶν φόρων πιστῶς· [ὃς καὶ να]ὸν θεοῦ
Ποσειδῶνος με̣τ̣ὰ καὶ τοῦ ἐν [α]ὐτῷ εἱδ̣[ρ]υ-
μένῳ ἀνδριάντι χαλκέῳ οἴκ[ο]θεν [τῇ πα]-
τρίδι κατεσκεύασεν· ἐπιδοὺς καὶ εἰς [τὸ κο]ι̣-
15 νὸν {²⁷κα]ι̣|νὸν Rob.}²⁷ βαλανεῖον κατασκευαζόμενον ο[ἴ]-
κοθεν (δην.) ͵ακεʹ, καὶ ἄλλας δὲ μείζονας φιλο-
τειμίας πεποιημένος, δοὺς εἰς τὸ δημό-
σιον ἅμα Μᾳ Μομψου τῇ γυναικὶ αὐτοῦ ἀρ-
γυρίου (δην.) μυ(ριάδας) εʹ εἴς τε διανομὰς τῶν βουλευτῶν
20 καὶ οἰνοδοσίας καὶ γυμνασιαρχίας τῶν πολει❦-
τῶν· καὶ αὐτὴ δὲ ἡ Μας, ἀρχιερασαμένη θεᾶς Σε-
βαστῆς Φαυστείνης, ἔτι καὶ ναὸν θεᾶς Μοίρας μετὰ
καὶ τοῦ ἀγάλματος οἴκοθεν τῇ πατρίδι κατεσκεούασεν {²⁶κατεσκεύασεν}²⁶· ❦
       τὸν δὲ ἀνδριάντα ἀνέστησεν Μομψος
25                Κενδεου φιλόπατρις.
b.1 [ἡ βουλὴ καὶ ὁ δῆμος]
ἐτείμησαν Ναννουν ❦
Ταλλ̣[ι]ου [γυ]ναῖκα Κενδε-
[ου ․c.3․ ἀνδ]ρὸς εὐσχήμο-
5 [νος καὶ το]ῦ βουλευτι-
[κοῦ τά]γ[ματ]ος, μητέρα
δὲ̣ Μομ̣ψου Κενδεου φι-
λοπάτριδος, ἀ̣ν̣δ̣ρ̣ὸ̣ς̣
φιλοτειμ[οτάτο]υ καὶ
10 πρωτεύ[ον]τ[ος τ]οῦ π̣α̣-
ρ’ ἡμεῖν [τ]άγματο̣[ς τ]ῆς βου-
λῆς, ἀρχ[ιερ]ασαμέν[ου]
τῶν Σεβαστῶν̣ [κ]αὶ δη-
[μ]ι̣ουργήσαντ[ος φ]ιλο-
15 τ̣είμως καὶ τὰς λοιπὰς
δὲ ἀρχὰς καὶ φιλοτειμί-
ας ἀποπληρώσας {²sic}²
τῇ πατρίδι·
τὸν δὲ ἀνδριάντα
20 ἀνέστησεν Μομψος
Κενδεου φιλόπατρις.
Search Help
Contact Us