TAM II 1202
[ ] Lycia, E. — Phaselis — Rom. Imp. period
1 Φασηλειτῶν ἡ βουλὴ καὶ
ὁ δῆμος ἐτείμησεν
καὶ ταῖς π̣έμ̣[π]ταις τ̣ει[μ]αῖ[ς]
[Κ]ολά̣λη[μι]ν Ἐξακέ̣[στου?],
5 [ἄν]<δ>ρα κ[αλὸ]ν καὶ ἀ[γαθὸν καὶ]
[τοῦ πρ]ώ̣του τάγμ̣[ατος τῆς]
[πό]λεως, εἰκοσαπρωτε[ύσαν]-
[τ]α μέχρι τέλους, γυμνασιαρχή-
σαντα, γραμματεύσαντα τῆς [βου]-
10 λῆς καὶ [ἱερα]τεύσαντα καὶ [πρυτα]-
[νεύσα]ντα δίς, γενόμενον δὲ καὶ
[ἐ]πιμελητὴν γυμνασιαρ[χίας] καὶ [δη]-
μ̣οσ<ί>ων ἔργων, πάσας τὰς ἀρχὰς
[ἄρξ]αντα φιλοτείμως, ὥ[στε καὶ]
15 καθ’ ἑκάστην ἀρχὴν τε[τειμῆσθαι]
τὸν Κολάλημιν ὑπὸ τῆς πόλ[εως]
καὶ ὑπὸ τῆς γερουσίας, τὸν ἔ[κγο]-
[νον] προγόνων ἐνδόξων καὶ ἐ-
κ τοῦ πρώτου τάγματος τ[ῆς]
20 [πόλεω]ς, ἀρετῆς ἕνεκεν.
Search Help
Contact Us