[ ] Lycia, E. — Olympos — Roman period
1                     Αὐρ(ήλιος) Ἀρτείμας ὁ καὶ Ἱερώνυμος Ἀρτείμου τοῦ Διοτε̣ίμου Ὀλυμπηνὸς
                                κατέστησα τὸ σορίδιον ἄνγος ἑαυτῷ καὶ γυναικί μου   Αὐρ(ηλίᾳ) Ἀπφίᾳ τῇ κα̣ὶ Τάτᾳ Γ̣α̣[ίου]
[․․5․․]ος Ὀλυμ(πηνῇ) κα[ὶ] τέκνοις μου Διοτείμῳ καὶ Ἀρτείμᾳ καὶ Μητροδώρ̣ῳ καὶ γυναικὶ τοῦ Διοτείμου Μ(αρκίᾳ) #⁵⁶ Αὐρ(ηλίᾳ) #⁵⁶ Ἀπφίᾳ τῇ καὶ Μα̣κε̣[δο]ν̣ίᾳ Μακεδόνος Ἀρυκανδίδι καὶ
                                Ὀλυμπηνῇ καὶ ἐγγ̣[όνοις] μου Μακεδόν[ι]
5                                 καὶ Μακεδονίᾳ· ἐν̣[κη]δευθῆναι καὶ
                                γυναῖκα Βίου Μ[․․5․․]ο̣υ Ὀ̣ξ̣έαν Φαση-
                                λεῖτιν καὶ Ὀλυμ̣]ηνήν· ἑτέρῳ δὲ
                                οὐδενὶ ἐξέσται ἐνκηδεῦσαί τινα,
                                ἐκτὸς εἰ μή τινι ἐνγράφως σ̣υν̣[χω]-
10                                 ρ̣ῶ, ἢ ὁ ἐνκηδεύσας τινὰ ἐκτείσει
                                θεοῖς Ὀλυμπίοις Διὶ καὶ Ἡφαί-
                                      στῳ 𐆖 ͵β̣φʹ.
Search Help
Contact Us