[ ] Lycia, E. — Olympos — Rom. Imp. period
1 [τ]ὸν τύνβον κατεσκεύασεν̣ Κ̣τ̣η̣σ̣[ίβι]-
ος Ἑρμαίου Ὀλυμπ<ην>ὸς ἑαυτῷ
καὶ γυναικὶ καὶ τέκνοις καὶ ἐγγόνοις· ἑ[τέ]ρῳ δὲ
οὐδενὶ ἐξξέ<σ>τε {²⁶ἐξέστε}²⁶ κηδευθῆ̣<να>ι, ἐκτὸς ἐὰν μὴ
5 ἐγὼ ἐνγράφως ἐπιτρέψ̣ω· ἂν δέ τις
κηδεύσῃ τινά, ἐκκτίσι (sic) τῷ̣ φίσκῳ
𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξας λή[ν]ψετε τὸ τρίτον.
Search Help
Contact Us