[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | κατεσκεύασεν τὸν τύμβον Θεόδω- |
| ρος Τατίας Ὀλυμπηνὸς ἑαυτῷ καὶ | |
| γυναικὶ αὐτοῦ Ματέρνᾳ καὶ τέκνοις αὐτοῦ | |
| Λέοντι καὶ Ἑρμ̣ῆτι καὶ Θεοδώρᾳ καὶ τοῖς ἐκ Ματέρ- | |
| 5 | νας καὶ ᾗ ἀνεθρεψάμην Χαιρούσῃ· ἑτέρῳ δὲ |
| οὐδενεὶ ἐξέσται κηδευθῆνε, ἢ ὁ κηδεύσας | |
| τινὰ ἐκκτείσι {²⁶ἐκτείσει}²⁶ τῷ Ἡφαίστῳ 𐆖 ͵α, ὧν ὁ ἐλένξας | |
| λήνψετε τὸ τρίτον. | |
| συνεχώρη- | |
| 10 | σα δὲ καὶ τῇ |
| ἀδερφῇ μου | |
| Ζωσιμοῦτι | |
| καὶ Εὐφρᾷ | |
| Ὀρέστου | |
| 15 | κηδευθῆναι. |