[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
1 | Ζωσιμᾶς Ἀντιγόνου |
Ὀλυμπηνὸς κατεσκεύασα | |
τύμβον ἑαυτῷ καὶ γυναικὶ Τυχαρίῳ | |
καὶ τέκνοις Ζωσιμᾷ καὶ Νείλῳ· ἑτέρῳ δὲ οὐ- | |
5 | δενεὶ ἐξέσται κηδευθῆναι, ἢ ὁ κη̣{η}- |
δεύσας {²⁶κηδεύσας}²⁶ τινὰ ἐκτείσει τῷ ἱερωτάτῳ τ̣αμ̣είῳ 𐆖̣ ͵α̣φʹ, | |
ὧν ὁ̣ ἐλένξας λήνψεται τὸ τρίτον. |