[ ] Epidauria — Epidauros — 74 BC — cf. Addenda p.144
1 θ̣ε̣ός. ἀ̣γ̣α̣θᾶι τύχα[ι. ἐ]πε̣ιδὴ̣ Ε̣[ὐάνθης Εὐνό]μ̣ου [— — —]
․․5․․κεν[— — — — — — — — — — — — — — — — — —]
[․․ στρ]ατ̣ιώτ̣ας γεγ[— — — — — — — — — — — — εὐ]-
ν̣όως εἰς πάντα[ς τ]ο̣ὺς̣ π̣[ολίτας — — — — — — — — —]
5 κ̣αὶ τὰν πόλιν ․․τετα[— — — — — — — — — — — Εὐάν]-
θ̣ης̣ μ̣ε̣γίστ̣ας ․․γ․․․τ[— — — — — — — — — — — — ἕ]-
καστον [․]τε[— — — — — — — — — — — — — — — — —]
αίωι στρα[— — — — — — — — — — — — — — — — — —]
      {²8 versus deleti
18 κ̣α̣ὶ̣ τᾶς πόλιος [— — — — — — — — — — — — — — — —]
․․․8․․․․νου[— — — — — — — — — — — — — — — —]
20 πε̣ρ̣ί̣στασιν καὶ τὰν α[— — — — — — — — — —]ει Εὐά[ν]-
θης ἐπεδέξ̣ατο ἀγορανομ[σ]αι τὸ τέταρτον καὶ ἑβ̣δομ̣<η>-
κοστὸν ἔτος καὶ ἀνεστράφη̣ κ̣α̣λ̣ῶ̣ς̣ [— — — — — — — —]
τὰν ποτὶ δί̣και[ο]ν ἐκτένε[ιαν καὶ εὔ]ν[ο]ιαν· παρασ[κευ]-
ὰν δὲ ἀποσ̣τ̣είλαντος εἰς τὰν πόλιν ἁμῶν ἱκανὰ[ν]
25 {νὰν} Μάρ̣κ̣ου Ἀντωνίου τοῦ ἐπὶ Κρ̣ητῶν στραταγοῦ ὅμως Ε̣[ὐ]-
άν̣θης διετέλεσε πωλῶν πᾶσιν ὡσαύτως ἐ̣π̣οιήσ[α]το π[οτὶ]
τὸ πλῆθος τῶν στρατιωτᾶν εὐλαβεστάτας [φ]ιλαγαθ̣[ί]-
ας· δι’ ὃ καὶ γε̣νηθείσας ὁλοσχερεστέρας ἐν τᾶι πόλει
σπάνιος σίτου τῶι [— — — — — — — — — —]
30 ἀγοράζειν τὸν σεῖτον ὄντα πλέον ἑξ̣ή̣κοντα #⁷․․․
ους καὶ πωλουμένου τοῦ μεδίμνου τοῦ πυροῦ δραχμᾶν δ[έ]-
κ̣α ἀπ․Ι̣Ι̣․Π[— — — — — —] δραχμᾶν πέντ[ε] τε
κα[ὶ] δρα[χμ]ᾶν τεσσάρων, [δι’] ἐνιαυτοῦ μειν[ά]ντων στρατ[ιω]-
τ̣ᾶ̣ν [․․․․․․15․․․․․․․ ἔν] τε τᾶι [τ][ν ․․․]ιστίων θυσίαι
35 [— — — — — — — — — — — — — —]χαι̣ς τι̣․α
․․․․․․․․c.20․․․․․․․․οσα․․5․․παν․․․τε καὶ τῶν ἄλ[λων]
[— — — — —]ΟΙ․․σινε․#⁷#⁷Ω․․․ δεῖπνον· ἐπέδωκε
δ̣ὲ καὶ πᾶσιν σ̣πυρῶν ἡμέδιμνον, ἔτι δὲ τῶν Διονυσίων
ἀγωνοθέτας̣ ὑπάρχων ἀτελὴς καὶ οὐ [κ]ατεσταμένος ἀ-
40 γωνοθέτας, ἀγορανομῶν δὲ καὶ φιλοδ[ό]ξ[ω]ς, καὶ ταῦτα
ἐπετέλεσε καὶ τὰν μεγίσταν ὑπέμεινε δαπάναν, εὐσε-
βῶς διακείμενος τὰ v ποτὶ τοὺς θεούς. ἐπελθούσας δὲ καὶ
τᾶς τῶν Σωτηρίων θυσίας ἐφάνη καὶ ἐν ταύται μεγαλομε-
ρής, αἰτηθείσας δὲ καὶ τᾶς ἁμετέρας πόλιος στρατιώτας Εὐ[άν]-
45 θης καὶ ἐν τούτοις διὰ τὰν [π]οτὶ τοὺς ἁγουμένους ἐκτένειαν
προνοούμενος καὶ φροντίζων ἐν πᾶσι τᾶς πόλιος [σ]πεύ-
σ̣ας ἐποίησεν παρεθῆμεν·   ἐφ’ οἷς καὶ πᾶσιν ἔδοξε καὶ τοῖς̣ [ἄρ]-
χουσι καὶ τοῖς συνέδροις· ἐπαινέσαι Εὐάνθ̣η Εὐνόμου [Ἐ]-
πιδαύριον ἐφ’ ἇι πεπόηται φιλαγαθίαι εἰς τὰν πόλιν καὶ δε-
50 δόσθαι αὐτῶι τιμάς, στεφανῶσαι δὲ αὐτὸν χρυ[σ]ῷ στε-
φάνωι· στᾶσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκέαν ἐν τῶι ἱερῷ
τοῦ Ἀπόλλωνος τοῦ Μαλεάτα καὶ τοῦ Ἀσκλαπιοῦ καὶ ἀν[αγ]ο-
ρεῦσαι τὸν στέφανον ἐν τῶι ἀγῶνι τῶν Ἀπολλωνιεί[ων]
[κα]ὶ Ἀσκλαπιείων καθ’ ἑκάσταν πανάγυριν, διότι "στεφ[α]νοῖ
55 [ἁ] πόλις ἁ τῶν Ἐπιδαυρίων <Εὐάνθη Εὐνόμου Ἐπιδαύριον> χρυσῶι στεφάνωι ἀρετᾶς ἕνε-
[κ]εν καὶ εὐνοίας ἇς ἔχων διατελεῖ εἰς αὐτάν". τᾶς δὲ ἀνα-
γορεύσιος τοῦ στεφάνου τὰν ἐπιμέλειαν ποιεῖσθαι
τοὺς ἀεὶ ἀντιτυνχάνοντας δαμιοργοὺς καὶ τὸν ἀγωνο-
[θ]έταν καὶ τοὺς ἑλλανοδίκας· καλεῖσθαι δὲ καὶ εἰς̣ προεδρί-
60 [αν] Εὐάνθη Εὐνόμου καὶ ἐγγόνους αὐτοῦ καὶ ἐν τᾶι πανα-
[γ]ύρει τῶν Ἀπολλωνιείων καὶ Ἀσκλαπιείων, καὶ οἱ δαμιορ-
γοὶ διδόντω τῷ ἀγωνοθέτᾳ ἐν τᾶι ἀπογραφᾶι μετὰ τῶν ἄλ-
λων, ὧν ἂν δόξῃ καλεῖσθαι εἰς προεδρίαν μετὰ τὸ ἀνα-
κληθῆμεν τοὺς εὐεργέτας τῶν Ῥωμαίων. εἶμεν̣ δὲ αὐ-
65 τῶι καὶ προπομπείαν τοῖς Ἀπολλωνιείοις καὶ Ἀ[σκλ]απι-
είοις καὶ ἐγγόνοις αὐτοῦ καὶ πομπευέτω καὶ Εὐάνθεος
βοῦς. στεφανούσθω δὲ καὶ ἐν τοῖς ἐπὶ πόλιος θεωρικοῖς Διονυ-
σίοις καὶ μετὰ τὸ γενέσθαι τὰς σπονδὰς καὶ στεφαν[ω]θ[ῆμ]εν
τοὺς εὐεργέτας, καὶ καρυξάτω ὁ κᾶρυξ διότι "ἁ πόλις ἁ τῶ[ν Ἐ]πι-
70 δαυρίων στεφανοῖ Εὐάνθη Εὐνόμου Ἐπιδαύριον χρυσῷ
στεφ[ά]νωι ἀρετᾶς ἕνεκεν καὶ καλοκαγαθίας ἇς ἔχω[ν]
διατελεῖ εἰς αὐτάν". εἶμεν δὲ Εὐάνθη Εὐνόμου Ἐπιδα[ύ]-
ριον καὶ ἀνείσφορον καὶ ἀτελῆ καὶ ἀλειτούργητον καὶ
ἐγγόνους αὐτοῦ. ἀναγράψαι δὲ εἰς στάλαν τοῦ [δόγμα]-
75 [τ]ος τὸ ἀντίγραφον παρὰ τὰν εἰκόνα αὐτοῦ.
Search Help
Contact Us