[ ] Epidauria — Epidauros — 115/114 BC
1 ἐπεὶ Ἀρχέλοχος Ἀριστοφάντου ἀνὴρ καλὸς κἀγαθὸς ὑπάρχων
τάν τε ἀναστροφὰν καὶ πολιτείαν πεπο̣ίηται καλῶς καὶ ἐνδόξω[ς]
καὶ κατασταθεὶς πρεσβευτὰς εἰς Ῥώμ[α]ν ὑπὲρ φιλίας καὶ συμμα-
χίας τὰν πᾶσαν σπουδὰν καὶ ἐπιμέλειαν ἐποιήσατο ποτικα[ρ]-
5 τερήσας, καὶ ἐγενήθη φιλία καὶ συμμαχία ποτὶ Ῥωμαίους τᾶι πό-
λι τῶν Ἐπιδαυρίων, καὶ τοῦ δόγματος τοῦ γενομένου καὶ παρα-
δοθέντος εἰς τὸ ταμιεῖον καὶ τᾶς συμμαχίας ἀνατεθείσας
ἐν πίνακι χαλκέῳ ἐν τῷ Καπετωλίῳ, τούτων δὲ ἀντίγραφα
ἀποδέδωκε εἰς τὸ δαμόσιον, ἔδοξε τοῖς συνέδροις καὶ τῷ δάμῳ,
10 ἐπαινέ<σαι> Ἀρχέλοχον Ἀριστοφάντου ἐπὶ τᾶι καλοκαγαθίαι καὶ ἐπὶ
τοῖς συντετελεσμένοις ὑπ’ αὐτοῦ γράμμασιν καὶ στ<ε>φανῶσαι αὐτὸν
ἰκόνι χαλκέαι, στᾶσαι δὲ αὐτοῦ τὰν εἰκόνα ἐν τῷ ἐπιφανεστάτῳ
τόπωι τοῦ ἱεροῦ τοῦ Ἀσκλαπιοῦ· ὁ δὲ ταμίας ὁ κατεσταμένος
ὁ τὸ τέταρτον καὶ τριακοσ{ο}τ<ὸ>ν {²⁶τριακοστὸν}²⁶ ἔτος δότω τὸ ἀνάλωμα τᾶς εἰ-
15 κόνος καὶ βάσιος καὶ ἐγ̣δότω ὁ ἐ[πι]μελητάς, ἔμεν δὲ καὶ αὐτῶι
καὶ ἐγόνοις ἀτέλειαν καὶ ἀνεισφ[ορί]αν, καλεῖν δὲ αὐτοὺς vac.
εἰς προεδρίαν ἐν τ[ο]ῖς ἀ[γῶσιν, οἷς] ἄγει ἁ πόλις· γραψάτω δὲ τὸ
ψάφισμα ἐπὶ τ̣ὰν βάσιν [ὁ γραμματε]ύς.
Search Help
Contact Us