[ ] Lycia, E. — Olympos — Roman period
1 Τελεσφόρος Τροφίμου, γένει Πρυμνησσέους
κατεσκεύασα τὸν τύμβον ἑαυτῷ καὶ τῇ γυναι-
κί μου Τατίᾳ Μολέσιος τοῦ Μίδου Ὀλυμπηνῇ·
ἑτέρῳ δὲ οὐδενὶ ἐξέσται ἐνκηδευθῆναι,
5 ἐὰν μή τινι ἐνγράφως ἐπιτρέψω· ἐὰν δέ τις ἐνκη-
δεύσῃ ἕτερόν τινα παρὰ τὴν ἐμὴν βούλησιν, ἐκτείσι
τῷ Ὀλυμπηνῶν δήμῳ 𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξας
λήνψετε τὸ τρίτον.
Search Help
Contact Us