[ ]
Lycia, E. — Rhodiapolis — Rom. Imp. period
| 1 | Ἀσκληπιῶι καὶ Ὑγίαι. |
| Ῥοδιαπολειτῶν ἡ βουλὴ καὶ ὁ δῆμος | |
| καὶ ἡ γερουσία ἐτείμησαν ταῖς διηνε̣- | |
| κέσιν κατ’ ἔτος τειμαῖς Ἡράκλειτον̣ | |
| 5 | Ἡρακλείτου Ὀρείου τὸν πολείτην καὶ |
| Ῥόδιον, φιλόπατριν, ἱερέα Ἀσκληπιοῦ | |
| καὶ Ὑγίας ∙ ἰκόνι ἐπιχρύσῳ καὶ τῷ τῆς | |
| παιδείας ἀνδριάντι· ὃν ἐτείμησαν ὁμοί- | |
| ως Ἀλεξανδρεῖς Ῥόδιοι Ἀθηναῖοι καὶ ἡ | |
| 10 | ἱερωτάτη Ἀρεοπαγειτῶν βουλὴ καὶ οἱ |
| Ἀθήνησιν Ἐπικούρειοι φιλόσοφοι καὶ ἡ | |
| ἱερὰ θυμελικὴ σύνοδος, πρῶτον ἀπ’ αἰ- | |
| ῶνος ἰατρὸν καὶ συνγραφέα καὶ ποιη- | |
| τὴν ἔργων ἰατρικῆς καὶ φιλοσοφίας, | |
| 15 | ὃν ἀνέγραψαν ἰατρικῶν ποιημάτων |
| Ὅμηρον εἶναι, ἀλιτουργησίᾳ τιμηθέντα, | |
| ἰατρεύσαντα προῖκα, ναὸν κατασκευ- | |
| άσαντα καὶ ἀγάλματα ἀναθέντα Ἀσκλη- | |
| πιοῦ καὶ Ὑγείας καὶ τὰ συνγράμματα αὐ- | |
| 20 | τοῦ καὶ ποιήματα τῇ πατρίδι Ἀλεξαν- |
| δρεῦσι Ῥοδίοις Ἀθηναίοις, χαρισά- | |
| μενον τῇ πατρίδι εἰς διανομὰς καὶ | |
| ἀγῶνας Ἀσκληπίων καὶ ἀργυρίου | |
| 𐆖 μύρια καὶ πεντάκις χίλια· ὃν ἐτεί- | |
| 25 | μησεν ἡ πατρὶς καὶ προεδρίᾳ. |