[ ] Lycia, W. — Kadyanda — Roman period
[— — — — — — — — — — — —]
[πολλὰ καὶ μεγάλα πεφιλοτει]-
1 μημένον ἐν τῇ [πατρίδι ἰδίᾳ καὶ]
κατὰ κοινὸν τῷ Λ̣[υκίων ἔθνει]
καὶ ἐπιδόσεσιν [π]ολ̣[λαῖς καὶ]
οὐ μόνον εἰκοσαπρ̣[ωτεύσαντα],
5 ἀλλὰ καὶ ἐγ δευτέρου κ̣αὶ̣ [τρίτου?]
τετελεκότα παραπράσεις [σείτου]
καὶ ἐλαίου, παρ’ ἕκαστα ποιο̣ῦ̣[ντα?]
καὶ θέ̣σεις ἐν τῷ γυμνασίῳ, [καὶ]
ἐν τῷ ἄλλῳ δὲ βίῳ ἑαυτὸν πα[ρασ]-
10 χόντα πάσῃ τῇ πόλει χρήσιμ̣[ον ἐν]
πα̣τρὸς̣ τάξει, ὡς διὰ ταῦτα π̣[άν]-
τα ὑπερβ̣[α]λεῖν αὐτὸν πάσ[ῃ τῇ]
ἀρετῇ καὶ̣ τετειμῆσθαι ἐ̣[πὶ]
ταῖς εὐεργεσίαις ἀ̣νδριάν-
15 τι ε̣ἰκονικῷ, ὃν καὶ κατέστησ[εν]
ἡ πόλις ἐξ ἰδίων χρημάτων̣.
δεδωρημένον τῇ π̣ό̣λ̣[ε]ι̣ ἀ̣ρ̣γ̣[υρ]ί̣ου
𐆖 μύ(ρια) ϛʹ, 𐆖 ͵α εἴς τε διανομὰ[ς καὶ] πανήγυριν̣.
Search Help
Contact Us