[ ] Lycia, W. — Tlos — Rom. Imp. period
1        Ἑρμαῖος ὁ καὶ
Ὀρχομένης δ Τλωεὺς κατε-
σκεύασα τὸ ἡρῷον εἰσιόντων ἐν
δεξιοῖς τοῖς γλυκυτάτοις γονεῦσιν
5 Ὀρχομένῃ γʹ καὶ Νάννᾳ τῇ καὶ Ἀρτεμίῳ
Νεικίου καὶ τῷ ἀδελφῷ μου Ἀρτέμ
Ὀρχομένου γʹ καὶ τῇ ὑπ’ ἐμοῦ ἀνατετρα-
φειμένῃ (sic) Ζωσίμῃ τῇ καὶ Καλλιβρόῃ (sic) καὶ τῇ
τροφῷ μου Τύχῃ Νάννας μόνοις καὶ ἐάν
10 τινι ἔτι αὐτὸς ἐνγράφως συνχωρήσω
τῶν συνγενῶ[ν] μου   εἶναι· εἰσιόντω[ν]
ἐν ἀριστεροῖς αὐτῷ καὶ γυναικί μου
Τάτᾳ τῇ καὶ Λ̣ά̣[λ]ᾳ̣ Λευκίου μόνοις· τ[ὴ]ν δ[ὲ]
μέσην κλείνην τοῖς γλυκυτάτοις
15 τέκνοις μου Ὀρχομένῃ καὶ Τάτᾳ μέ-
χρι μόνων τέκνων αὐτῶν καὶ γαμβροῦ
καὶ πιάτρας. ἐὰν δέ τις παρὰ ταῦτα
ἐνχειρήσῃ τι, ἀποτείσει τῷ τοῦ Καίσα(ρος)
ταμείῳ 𐆖 ͵ζφʹ ∙ ὧν ὁ ἐλένξας λήμψε[τε τὸ γʹ].
20 τὸ πρῶτον ὑποσόριον ἔστω δούλων μου
[οἰκείω?]ν καὶ ἀπελευθέρων καὶ οἷ[ς ἂν ἐγὼ ζῶν]
[ἐπιτρέψ]ω [κατ’ ἐπι]στολ̣ή̣ν.
Search Help
Contact Us