[ ]
Lycia, W. — Tlos — Rom. Imp. period
| 1 | Ἑρμαῖος ὁ καὶ |
| Ὀρχομένης δ Τλωεὺς κατε- | |
| σκεύασα τὸ ἡρῷον εἰσιόντων ἐν | |
| δεξιοῖς τοῖς γλυκυτάτοις γονεῦσιν | |
| 5 | Ὀρχομένῃ γʹ καὶ Νάννᾳ τῇ καὶ Ἀρτεμίῳ |
| Νεικίου καὶ τῷ ἀδελφῷ μου Ἀρτέμῃ | |
| Ὀρχομένου γʹ καὶ τῇ ὑπ’ ἐμοῦ ἀνατετρα- | |
| φειμένῃ (sic) Ζωσίμῃ τῇ καὶ Καλλιβρόῃ (sic) καὶ τῇ | |
| τροφῷ μου Τύχῃ Νάννας μόνοις καὶ ἐάν | |
| 10 | τινι ἔτι αὐτὸς ἐνγράφως συνχωρήσω |
| τῶν συνγενῶ[ν] μου εἶναι· εἰσιόντω[ν] | |
| ἐν ἀριστεροῖς αὐτῷ καὶ γυναικί μου | |
| Τάτᾳ τῇ καὶ Λ̣ά̣[λ]ᾳ̣ Λευκίου μόνοις· τ[ὴ]ν δ[ὲ] | |
| μέσην κλείνην τοῖς γλυκυτάτοις | |
| 15 | τέκνοις μου Ὀρχομένῃ καὶ Τάτᾳ μέ- |
| χρι μόνων τέκνων αὐτῶν καὶ γαμβροῦ | |
| καὶ πιάτρας. ἐὰν δέ τις παρὰ ταῦτα | |
| ἐνχειρήσῃ τι, ἀποτείσει τῷ τοῦ Καίσα(ρος) | |
| ταμείῳ 𐆖 ͵ζφʹ ∙ ὧν ὁ ἐλένξας λήμψε[τε τὸ γʹ]. | |
| 20 | τὸ πρῶτον ὑποσόριον ἔστω δούλων μου |
| [οἰκείω?]ν καὶ ἀπελευθέρων καὶ οἷ[ς ἂν ἐγὼ ζῶν] | |
| [ἐπιτρέψ]ω [κατ’ ἐπι]στολ̣ή̣ν. |