[ ]
Lycia, W. — Tlos — Rom. Imp. period
| 1 | τὸ ἡρῷον κατεσκεύασ̣αν οἱ̣ [καθ’ ἑκ?]άσ- |
| την κλείνην λαχόντες καὶ ὑπογεγραμμέ- | |
| νο<ι> καὶ ἐπέλαχαν αἱ κλεῖναι· ἐν μὲν δεξιοῖς εἰσερχο- | |
| [μ]ένων Ἀσκληπιάδης ὁ καὶ Φιλουμενός, | |
| 5 | [Τρ]οκόνδας ὁ καὶ Ἡρακλᾶς, Γλύκων Κρατέρου ∙ βʹ ∙ |
| [Ἐλ]εύθερος ὁ καὶ Ἀπολλώνιος, Καλλίνεικος ∙ δʹ ∙ τοῦ | |
| [Ἀγα]θημέρου, Πολύνεικος ∙ Γλύκωνος· ἐν δὲ τῇ εὐωνύμῳ κλεί- | |
| [νῃ Ε]ἰρηναῖος Δαμᾶ ∙ βʹ ∙ Ζώσιμος ∙ βʹ ∙ Ἀπολλώνιος ∙ γʹ ∙ ὁ καὶ Συμ- | |
| [μ]αχίδης, Φιλόκυρος Ἀπολλωνίου ∙ βʹ ∙ τοῦ Συμμάσιος, Εἰρη- | |
| 10 | ναῖος Ἀρτείμου, Πομπῆϊος Ἁρπάλου τοῦ καὶ Κάρπου· ἐν δὲ τῇ |
| μέσῃ κλείνῃ Ἀπολλώνιος καὶ Ζωτικός, Ἐπαφρόδειτος ∙ γʹ ∙ | |
| Στέφανος Ἐπαφροδείτου, Ἀλέξανδρος ∙ βʹ ∙ τοῦ Εἰρηναίου, | |
| Εἰρηναῖος ∙ γʹ ∙ Τιλόμα, Πολύκτητος Ἀπολλωνίου ∙ βʹ ∙ τοῦ Συμ- | |
| μάσιος· ἕξουσιν δὲ συνενταφὴν καὶ γυναῖκες | |
| 15 | αὐτῶν καὶ τέκνα καὶ ἔγγονα μόνα, τὸ δὲ λοιπὸν γέ- |
| νος πεπαῦσθαι. ἐν δὲ τῷ ὑποσορίῳ τεθήσονται τῶν | |
| ἀπὸ τῆς συμβιώσεως αὐτῶν θρεπτά. ἕτερος δὲ | |
| οὐδὲ εἷς ἕξει ἐξουσίαν οὔτε συνχωρῆσαί τινι | |
| οὔτε ἐνθάψαι τινά, ἢ ὁ ἐπιχειρήσας ὀφειλήσει τῇ Τλωέων | |
| 20 | πόλει 𐆖 ͵αφʹ, ὧν ὁ ἐλένξας λήνψεται τὸ τρίτον· οὐδὲ ἕτε- |
| ρος εἰς τὴν ἑτέρου κλείνην τὴν μὴ ἐπικοινωνοῦ- | |
| σαν αὐτῷ καταθήσεταί τινα, ἢ ὁ καταθέμενος ὁ- | |
| μοίως ὀφειλήσει τῇ πόλει 𐆖 τʹ, ὧν καὶ τούτων ὁ ἐλέν- | |
| ξας λήνψεται τὸ τρίτον. ἡ δὲ ἐπιγραφὴ αὕτη | |
| 25 | [ἀναγέγραπται διὰ τῶν δημοσίων γραμματοφυλακίων] |
| [ἐπὶ ἀρχιερέος τῶν Σεβαστῶν — — — — — — — — — —] |