[ ] Lycia, W. — Patara — Roman period
1 Αὐρήλιος Ἀρτέμων ὁ
καὶ Πρειμιγένης Ἀρτέμω-
νος Παταρεὺς τὴν σωματο-
θήκην κατεσκεύασεν ἑαυτῷ
5 καὶ τῇ γυναικὶ αὐτοῦ Αὐρηλίᾳ
Λάλ<λ>ᾳ Φιλίππου τοῦ Ἀρίστωνος
Παταρίδι· ἑτέρῳ δὲ μηδενὶ ἐξέσ-
τω ἐνθάψαι· εἰ δ’ οὖν, ὀφειλέσει
Παταρέων τῷ δήμῳ ∙ 𐆖 ͵βφʹ,
10 ὧν λήμψεται ὁ μηνύσας τὸ
❦ τρίτον. ❦
Search Help
Contact Us