TAM II 422
[ ] Lycia, W. — Patara — Rom. Imp. period
col. a.1 [Τι]βέριον Κλαύδι̣ο̣ν Κλαυδίου
[Ἰά]σονος υἱὸν Κυρείνα Ἀγριπ-
π̣εῖνον Παταρέα καὶ Μυρέα,
πολειτευόμενον δὲ καὶ ἐν ταῖς
5 κατὰ Λυκίαν πόλεσι πάσαις,
ἔ̣παρχον τεχνειτῶν, χει-
[λ]ίαρχον λεγεῶνος τρίτης
Γ̣α̣λλικῆς, χειλίαρχον λε-
[γ]εῶνος πρώτ̣ης Ἰταλικῆ̣ς,
10 ἔπαρχον εἴλη̣ς Φρυγῶν, ἀρ-
χιερέα τῶν Σεβαστῶν καὶ
γραμματέα Λυκίων τοῦ κοι-
νοῦ, τετειμημένον ὑπὸ τοῦ
Λυκίων ἔθνους πλεονάκις,
15 τετειμημένον δὲ καὶ ὑπὸ
τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσίας
Ἑλλήνων, ἄνδρα σεμνὸν
καὶ μεγαλόφρονα ἀπὸ προγόνων,
λόγωι καὶ ἤθει καὶ πάσῃ ἀρετῇ
20       διαφέροντα
 Τιβέριος Κλαύδιος Εὔδη[μος ἀνέστησεν].
col. b [— — — — — — — — — — — — —],
[γυναῖκα Τιβερίου Κλαυδίου]
[Κλ(αυδίου) Ἰάσονος υἱοῦ Κυρείνα Ἀγριπ]-
[πείνου Παταρέως καὶ Μυρέως, πο]-
1 λε̣[ιτευομένου ἐν ταῖς κατὰ Λυκίαν]
π̣[όλεσι πάσαις, τετειμημένου ὑπὸ]
τ[οῦ Λυκίων ἔθνους πλεονάκις κοι]-
ν<ῇ> [καὶ ἰδίᾳ ὑπὸ τῶν κατὰ Λυκίαν]
5 πόλ̣[εων πασῶν, σεμνὴν καὶ σώ]-
φρο[να καὶ ἤθει τε καὶ πάσῃ]
ἀρ[ετῇ διαφέρουσαν].
Search Help
Contact Us