[ ] Lycia, W. — Patara — 18-37 AD
1 Παταρέων ὁ δῆμος Πολυπέρχοντα Πολυπέρχοντος τοῦ Δημητρίου
Παταρέα, τὸν ἀρχιιερέα διὰ βίου θεῶν ἐπιφανῶν Γερμανικοῦ Καί<σ>αρος κ-
 αὶ τοῦ σύμπαντος αὐτῶν οἴκου καὶ προφήτην τοῦ πατρῴου Ἀπόλλωνος, ἱ-
ERATEU/SANTA TOU= QEOU= KAI\ PRUTANEU/SANTA KAI\ GRAMMATEU/SANTA *LUKI/WN KAT' [E)K%1]-
5  λησί<α>ν καὶ τὰς τρεῖς ἀρχὰς ἄρξ<α>ντα ἐν ἑνὶ ἐνιαυτῷ φιλοδόξως, τειμηθέντα κατ̣’ εὐεργεσίαν τα<ῖς> π-
ρώταις καὶ δευτέραις τειμαῖς ὑπὸ τῆς πόλεως καὶ ὑπὸ τοῦ κοινοῦ τῶν Λυκίων, καὶ νομογρα-
φήσαντα Λυκίοις καὶ ὑποιππαρχήσαντα καὶ ἐπισστατήσαντα τῶν μεταπέμπτων δικαστηρίων
ἴσως, πεπολειτευμένον δὲ καὶ τὴν πανήγυριν τὴν ἐπὶ Καίσαρι Γε<ρ>μανικῷ καὶ τὴν ἐπικατασκευὴν τοῦ θε-
[άτρ]ου καὶ πολλῶν ἔργων τῶν τῆς πόλεως, εἰς ἃ καὶ ἐπαγγειλάμενος ἐκ τῆς ἰδίας οὐσίας ἔδωκεν χρή<μ>α-
10            [τα ἀναπόδο?]τα, πάσηι ἀρετῆι καὶ εὐσεβείᾳ καὶ δικαιοσύνηι διαφέροντα.
Search Help
Contact Us