[ ]
Lycia, W. — Patara — 147 AD
| 1 | Αὐτοκράτορι Καίσαρι θεοῦ Ἁδριανοῦ υἱῷ, θεοῦ Τραιανοῦ |
| Παρθικοῦ υἱωνῷ, θεοῦ Νέρουα ἐγγόνῳ, Τίτῳ Αἰλίῳ Ἁδριανῷ | |
| Ἀντωνείνῳ Σεβαστῷ Εὐσεβεῖ, ἀρχιερεῖ μεγίστῳ, δημαρχικῆς | |
| ἐξουσίας τὸ ιʹ, ὑπάτῳ τὸ δʹ, πατρὶ πατρίδος, καὶ θεοῖς | |
| 5 | Σεβαστοῖς καὶ τοῖς πατρῴοις θεοῖς καὶ τῇ γλυκυτάτῃ |
| πατρίδι, τῇ Παταρέων πόλει, τῇ μητροπόλει τοῦ | |
| Λυκίων ἔθνους, Οὐειλία Κο(ΐντου) Οὐειλίου Τιτιανοῦ θυγάτηρ | |
| Πρόκλα Παταρὶς ἀνέθηκεν | |
| καὶ καθιέρωσεν τό τε προσκήνιον, ὃ κατεσκεύασεν | |
| 10 | ἐκ θεμελίων ὁ πατὴρ αὐτῆς Κο(ΐντος) Οὐείλιος Τιτιανός, |
| καὶ τὸν ἐν αὐτῷ κόσμον καὶ τὰ περὶ αὐτὸ καὶ τὴν τῶν | |
| ἀνδριάντων καὶ ἀγαλμάτων ἀνάστασιν | |
| καὶ τὴν τοῦ λογείου κατασκευὴν καὶ | |
| πλάκωσιν, ἃ ἐποίησεν αὐτή· τὸ δὲ ἑνδέκατον | |
| 15 | τοῦ δευτέρου διαζώματος βάρον καὶ τὰ βῆλα |
| τοῦ θεάτρου κατασκευασθέντα ὑπό τε τοῦ | |
| πατρὸς αὐτῆς καὶ ὑπ’ αὐτῆς | |
| προανετέθη καὶ παρεδόθη κατὰ τὰ ὑπὸ τῆς κρατίστης | |
| βουλῆς ἐψηφισμένα. |