[ ] Lycia, W. — Xanthos (Kınık) — Rom. Imp. period
in summa fascia crepidinis:
1 Αὐρήλιος Δημητριανὸς υἱὸς Ἡραΐσκου τοῦ Β̣α̣?τα̣ρ̣[ί]?δο[υ]
infra in tabula:
2             ἐπριάμην τὴν σωματο-
            θήκην καὶ ἐνέθαψα τὴν γε-
            νομένην̣ γυναῖκά μου Ναν-
5             νίδα. βούλομαι δὲ καὶ αὐτὸς
            τεθῆναι, ἕτερον δὲ μηδένα
            ἄνευ τῆς ἐμῆς βουλήσεως.
            ἐὰν δέ τις παρὰ τοῦτο ποιήσῃ,
            ὑποκείσεται αὐτοῦ τὰ ὑπάρ-
10             χοντα τῷ ἱερωτάτῳ ταμείῳ
         καὶ τῇ πρὸς τοὺς κατοιχομένους ἀσεβ̣εία̣.
Search Help
Contact Us