[ ] Lycia, W. — Xanthos (Kınık) — after 148 AD
1 [Ξ]ανθίων ἠ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν χρυσῷ στεφάνῳ
κ̣αὶ εἰκόνι χαλκῇ ταῖς πρώταις καὶ δευτέραις τειμαῖς
καὶ τῇ διὰ βίου προεδρίᾳ Κοΐντον Οὐηράνιον Κοΐντου
Οὐηρανίου Εὐδήμου υἱὸν Κλοστομείνα Τληπόλε-
5 μον Ῥωμαῖον καὶ Ξάνθιον, πολειτευόμενον δὲ καὶ
ἐν ταῖς κατὰ Λυκίαν πόλεσι πάσαις, ἄνδρα καλὸν
καὶ ἀγαθὸν καὶ φιλόδοξον καὶ φιλόπατριν καὶ μεγαλό̣-
[φρ]ονα̣ καὶ ἤθεσιν καὶ λόγοις καὶ σωφροσύνῃ κεκοσμη-
[μ]ένον, υἱὸν Κοΐντου Οὐηρανίου Εὐδήμου υἱοῦ Κλοστ[ο]-
10 [με]ί̣να Εὐδήμου Ῥωμαίου καὶ Ξανθίου, ἠρχιερατευκό-
[το]ς [τ]ῶ̣ν Σεβαστῶν καὶ γεγραμματευκότος ἐν τῷ ἔ̣[θ]-
νει καὶ πολλὰ καὶ κατ’ ἰδίαν τῇ πόλει καὶ κοινῇ τῷ ἔθνε[ι ἀ]-
ν̣α̣λωκότος, προγόνων δὲ ἐπιφανῶν καὶ πολλὰ τῇ π[α]-
[τρί]δι παρεσχημένων, ἀρχιερατεύσαντα τῶν Σεβασ-
15 ]ῶν ἐν τῷ ἔθνει φιλοδόξως καὶ πλεῖστα ἀναλώσαντ[α]
[κ]αὶ τετειμημένον ὑπὸ Λυκίων, πρεσβεύσαντα πολλά-
[κ]ις πρὸς τοὺς Αὐτοκράτορας, δόντα τῇ πόλει καὶ ἀργυρί-
[ου — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us