TAM II 265
[ ] Lycia, W. — Xanthos (Kınık) — early 1st c. BC
1  vacat  Αἴχμων Ἀπολλοδότου Σαρπηδόνιος
 ναυαρχήσας κατὰ πόλεμον ἐκ πάντων Λυκίων
καὶ καταναυμαχήσας περὶ Χελιδονίας τοὺς ὑπεναντίους
καὶ ἀποβὰς εἰς τὴν χώραν αὐτῶν καὶ καταφθείρας
5    vacat    καὶ τρὶς παραταξάμενος  vacat
καὶ νικήσας πάσαις ταῖς μάχαις vacat
      Σαρπηδόνι καὶ Γλαύκωι ἥρωσι χαριστήριον.
Search Help
Contact Us