[ ] Lycia, W. — Bel
1 Μάμιον Λαβου καὶ Ἀριστοτέλης Δαιδάλου Σιδυμεῖς κατεσκεύασαν
τὸ μνημεῖον Λα[βᾳ] τῷ πατρὶ καὶ πενθερῷ καὶ Νάννῃ τῇ Μαμίου
   μητρυιᾷ καὶ το[ῖ]ς ἐξ ἡμῶν γεγενημένοις· ἄλλῳ δὲ μηδενὶ
   ἐξ[εῖν]α̣ι̣ τε̣θ̣[ῆ]ναι· εἰ δὲ μή, ὀφειλήσι ἱερὰς Ἀρτέμιδι Σιδυμικῇ
5                     δραχμὰς τρ[ι]σχειλίας.
Search Help
Contact Us