[ ] Lycia, W. — Sidyma — Rom. Imp. period
1 τὸ [μ]νημεῖον κατεσκεύασεν Ἐπάγα-
θος [δὶ]ς Σιδυμεὺς ἑαυτῷ καὶ τῇ γυναικὶ αὐτοῦ Αρ-
σει [τ]ῇ καὶ Μιῳ Καλλιμήδου καὶ τέκνοις αὐτοῦ
Ἐπαγάθῳ τρὶς καὶ Αρσει τῇ καὶ Ἀγαθῇ Τύχῃ καὶ ἐγ-
5 γόνοις Ἐπαγάθῳ τῷ καὶ Δείῳ καὶ Ἐπαγάθῳ ἐπὶ
τῷ ταφῆναι τοὺς προδηλουμένους ἐν τῷ ἄνω
σηκῷ, ἑτέρῳ δὲ μηδενὶ ἐξεῖναι ταφῆναι ἐν τῷ
ἄνω σηκῷ· ἐν δὲ τοῖς κάτω σηκοῖς ταφῆναι μητέ-
ρα αὐτο[ῦ] Μαλαβαθρινην(?) καὶ Ἐπαφρόδειτον κα[ὶ]
10 Ζωσίμην τοὺς Ἐπαγάθο[υ κα]ὶ Στέφανον [ρ]μο
δὶς τοῦ Πτολεμαίου καὶ Καλότυχον Ποπλίου
καὶ υἱὸν αὐτοῦ Καλότυχον, ἑτέρῳ δὲ μηδεν[ὶ]
ἐξέστω θάψαι ἰς τὸ μνημεῖον ἕτερόν τινα· ἐ-
ὰν δέ τις θ[ά]ψῃ, ὀφειλέσε[ι] τῷ Σιδυμέων δήμῳ
15 𐆖 ͵αφʹ ἐξ ὧν ὁ [ἐλέ]ν̣ξας [λή]ψετα̣ι τὸ τρίτον· ἡ δὲ προδη-
λουμένη̣ [ἐπιγραφὴ ἀνεγρά]φη καὶ διὰ τῶν ἀρχείων
ἐπὶ ἀρχιε[ρέος ․c.5․ Κο?]ίντου Ἀπελλαίου [—ʹ]
Search Help
Contact Us