[ ]
Lycia, W. — Sidyma — GVI 261
| 1 | ἄνθρωπος κἀγώ τις ἐὼν ταλα<σ>ίφρονι {ι} θυμῷ |
| ῥηιδίου βιότου πᾶν τέλος ἐφρασάμην, | |
| ἴχνος ὅπου λήγει βιοτήσιον ἤ τι περισσὸν | |
| σώματος ἐσσεῖται πνεύματος ἐκπταμένου. | |
| 5 | τούνεκα δὴ τόδ’ ἔτευ<ξ>α [λ]ι̣θο<ξ>οϊκῇ χερὶ ἄνγος, |
| ὄφρα μένῃ σκῆνος κἂν κόνις οὖσα τύχῃ. | |
| δῶρα βίου τά̣δ̣ε μ̣οῦνα ἑαυτῷ ἄφθονα τεύ<ξ>ας | |
| ἡμε̣τέρῃ τε ἀ̣λ̣όχῳ̣ Να̣ννίδι σεμνοτάτῃ | |
| μουνολεχῇ ζήσασι βίον μο<ύ>νοισί τε τύμβον | |
| 10 | οἶκον ἐλευθ̣ερίης σεμνοπρεποῦς ἐθέμην, |
| ὑμεῖν το[ῖ]<ς> μ̣ετ̣έπειτα βίου ἀτραπ̣οὺς ὑποφ̣αίνων̣. | |
| ἐκ δ̣ὲ ἀκροσ̣τ̣ι̣χίδ̣ος γνῶθι, τὸ σῆμα̣ τίνος. |