[ ] Lycia, W. — Lissa — 245 BC
1 βασ[ιλε]ύοντος Πτολεμαίου τοῦ Πτολεμαίου κ[αὶ]
Ἀρσιν[όης] θεῶν ἀδε[λ]φῶν ἔτους δευτέρου μηνὸς Πε[ρει]-
τίου τριακάδι ἔδοξε Λισσατῶν τῶι δήμω[ι κ]υρί[ας][κ]-
κλησίας γενομένης· ἐπ[ε]ιδὴ Πανταλέων Μενε[κρ]άτους
5 Λισσάτης ἀνὴρ ἀ[γ]αθὸς ὢν διατελεῖ χρείας παρεχόμεν[ος]
καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι [ἑ]κάστωι τ[ῶν] πο[λι]τῶ[ν],
στεφανῶσαι αὐτὸν θ[α]λλο[ῦ σ]τε[φάνωι ἀρετ][ς] ἕ-
νεκεν καὶ εὐνο[ίας] ἧς ἔχων διατελεῖ [εἰς τὸν δῆμ]ον τὸν
Λισσ[α]τῶν, εἶναι δ’ αὐτὸν καὶ εὐε[ργ][τη]ν [τῆς πόλεως]· ἀνα-
10 γράψαι δὲ τὸ ψήφισμα εἰς στήλην λιθίν[η]ν [καὶ στῆσαι] οὗ [ἂ]ν
αὐτῶι δόξηι. συντελε[σ]άτω δὲ [τ]αῦτα ὁ ἐ[φ]ε[στ]ηκ[ὼς] Λ[έ]ων.
Search Help