[ ]
Lycia, W. — Arymaxa — 2nd c. AD
1 | τ̣ὸ̣ μνημεῖον ζῶν κα̣τεσκεύασεν ἐκ θεμελίων σὺν ταῖς πε- |
ρικειμέναις κρηπεῖσιν καὶ βάσεσιν μονολίθοις εἰς ἀνδριάντας | |
τέσσαρες ἐκ τῶν ἰδίων ἀνηλωμάτων Γάιος Ἰούλιος Διοφάν- | |
του τοῦ Ἡλιοδώρου τοῦ Ἡλιοδώρου τοῦ Διοφάντου υἱὸς Βουλτινία | |
5 | Ἡλιόδωρος Ῥωμαῖος καὶ Λυδάτης δήμου Ἀρυμάξων, τετειμημέ- |
νος δὲ καὶ ἄλλαις πολειτείαις πόλεων πλείστων· ❦ ἐν οἷς | |
αὐτὸς ἔκτηται ἀγροῖς ἐν τῷ Ἀρυμαξέων δήμῳ τῆς | |
Λυδάτιδος ἐπὶ δικαίοις πᾶσιν οἷς αὐτὸς διὰ τῶν ἐν Λύ- | |
δ̣αις ἀρχείων δεδήλωκεν. vacat |