[ ]
Lycia, W. — Arymaxa — 2nd c. AD
| 1 | τ̣ὸ̣ μνημεῖον ζῶν κα̣τεσκεύασεν ἐκ θεμελίων σὺν ταῖς πε- |
| ρικειμέναις κρηπεῖσιν καὶ βάσεσιν μονολίθοις εἰς ἀνδριάντας | |
| τέσσαρες ἐκ τῶν ἰδίων ἀνηλωμάτων Γάιος Ἰούλιος Διοφάν- | |
| του τοῦ Ἡλιοδώρου τοῦ Ἡλιοδώρου τοῦ Διοφάντου υἱὸς Βουλτινία | |
| 5 | Ἡλιόδωρος Ῥωμαῖος καὶ Λυδάτης δήμου Ἀρυμάξων, τετειμημέ- |
| νος δὲ καὶ ἄλλαις πολειτείαις πόλεων πλείστων· ❦ ἐν οἷς | |
| αὐτὸς ἔκτηται ἀγροῖς ἐν τῷ Ἀρυμαξέων δήμῳ τῆς | |
| Λυδάτιδος ἐπὶ δικαίοις πᾶσιν οἷς αὐτὸς διὰ τῶν ἐν Λύ- | |
| δ̣αις ἀρχείων δεδήλωκεν. vacat |