[ ]
Lycia, W. — Arymaxa — after 140/141 AD
1 | [Γ]ά̣ιον Ἰούλιον Διοφάντου τοῦ |
Ἡλιοδώρου τοῦ Ἡλιοδώρου τοῦ | |
Διοφάντου υἱὸν Βουλτινία Ἡλιό- | |
δωρον Ῥωμαῖον καὶ Λυδάτην | |
5 | δή̣μου Ἀρυμάξων, τετειμημέ- |
νον δὲ καὶ ἄλλαις πολειτείαις | |
πόλεων πλείστων, πάσας ἀρ- | |
χὰς τῇ πατρίδι τετελεκότα καὶ | |
ἀρχιφυλακήσ̣αντα Λυκίων καὶ π̣[ρ]ε̣[σ]- | |
10 | βεύσαντα πολλάκις ὑπὲρ τῆς πα- |
τρίδος καὶ τοῦ Λυκίων ἔθνους | |
δωρεὰ̣ν̣ κ̣[α]ὶ̣ [ἀ]ρ̣γυρίων ἐπιδόσει̣ς̣ | |
ποιησάμενον τῇ πατρίδι καὶ ἄλ- | |
λαις πόλεσιν καὶ τῷ κοινῷ Λυκί- | |
15 | ων ἔθνει, καὶ τετειμημένον |
πολλάκις ὑπὸ Λυκίων τοῦ κοι- | |
νοῦ καὶ τῆς ἰδίας πατ[ρίδος] κ̣αὶ ἄ̣[λ]- | |
λων πόλεων πλείστων, πάσῃ | |
ἀρετῇ κοσμοῦντα τὴν ἐκ προγό- | |
20 | νων αὐτοῦ ἀξίαν. |