[ ]
Lycia, W. — Arymaxa — after 140/141 AD
| 1 | [Γ]ά̣ιον Ἰούλιον Διοφάντου τοῦ |
| Ἡλιοδώρου τοῦ Ἡλιοδώρου τοῦ | |
| Διοφάντου υἱὸν Βουλτινία Ἡλιό- | |
| δωρον Ῥωμαῖον καὶ Λυδάτην | |
| 5 | δή̣μου Ἀρυμάξων, τετειμημέ- |
| νον δὲ καὶ ἄλλαις πολειτείαις | |
| πόλεων πλείστων, πάσας ἀρ- | |
| χὰς τῇ πατρίδι τετελεκότα καὶ | |
| ἀρχιφυλακήσ̣αντα Λυκίων καὶ π̣[ρ]ε̣[σ]- | |
| 10 | βεύσαντα πολλάκις ὑπὲρ τῆς πα- |
| τρίδος καὶ τοῦ Λυκίων ἔθνους | |
| δωρεὰ̣ν̣ κ̣[α]ὶ̣ [ἀ]ρ̣γυρίων ἐπιδόσει̣ς̣ | |
| ποιησάμενον τῇ πατρίδι καὶ ἄλ- | |
| λαις πόλεσιν καὶ τῷ κοινῷ Λυκί- | |
| 15 | ων ἔθνει, καὶ τετειμημένον |
| πολλάκις ὑπὸ Λυκίων τοῦ κοι- | |
| νοῦ καὶ τῆς ἰδίας πατ[ρίδος] κ̣αὶ ἄ̣[λ]- | |
| λων πόλεων πλείστων, πάσῃ | |
| ἀρετῇ κοσμοῦντα τὴν ἐκ προγό- | |
| 20 | νων αὐτοῦ ἀξίαν. |