[ ]
Eg. — Alexandria? — 2nd c. BC — IG XII,1 33
| 1 | Αἰγύπτου μεδέουσι βαθυκλήροιο Σαΐστης |
| ξεῖνε παρὰ προπύλωι τούσδ’ ἔθετο ζάκορος | |
| βωμοὺς ἀθανάτοισιν ἐπεὶ γέρας αὐτοὶ ἄνακτες | |
| κεδνοῖς Εὐρώπας παισὶν ἔνειμαν ἴσον | |
| 5 | μούνωι ἐν αἰζειοῖσι· τὸ δὲ κλέος ἄφθονον ὡνὴρ |
| ἐγ μακάρων ἀνύσαι φωτὶ δικαιοσύναι. |