TAM II 2
[ ] Lycia, W. — Telmessos
[— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
1 [κ?]αὶ #⁷[․․․c.11․․․․ τοῖς πο]λ̣ί̣τ̣αις
πᾶσι καὶ̣ [κοιν]ῆ̣ι̣ κ̣α̣ὶ̣ ἰ̣δίαι ἑκάστωι
τῶμ πολιτῶν διατελεῖ τὴν πρό-
[ν]οιαν ποιούμενος, δεδόσθαι
5 [α]ὐτῶι τε Ἑρμογένει Ζωίλου
[Ἐ]φεσίωι καὶ τῶι υἱῶι αὐτοῦ
Ζωίλωι, αὐτοῖς τε καὶ ἐκγόνοις,
πολιτείαν καὶ ἔγκτησιν καὶ με-
τέχειν αὐτοὺς πάντων τῶν
10 κοινῶν, ὧν καὶ οἱ λοιποὶ Τελμησ-
σεῖς μετέχουσιν, εἶναι δὲ καὶ
εἴ̣σπλουν καὶ ἔκπλουν αὐτοῖς τε
[κ]αὶ τοῖς ἐκγόνοις καὶ ἐμ πολέμωι
[κ]α̣ὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπον-
15 [δ]εί. τὸ δὲ ψήφισμα τοῦτο
[γ]ρ̣άψας ὁ ἄρχων εἰς στήλην
[λ]ιθίνην ἀναθέτω εἰς τὸ ἱερὸν
τ̣ῆς Ἀρτέμιδος ἐν τῶι ἐπιφα-
νεστάτωι τόπωι.
Search Help
Contact Us