[ ] Lycia, W. — Xanthos (Kınık) — stoich. — late 5th c. BC
face c, north.20 [ἐ]ξ οὗ τ’ Εὐρώπην [Ἀ]σίας δίχα πόν[τ]ος ἔνεμ[ε]ν,
[ο]ὐδές πω Λυκίων στήλην τοιάνδε ἀνέθηκ<ε>ν
[δ]ώδεκα θεοῖς ἀγορᾶς ἐν καθαρῶι τεμένει·
[νικ]έων καὶ πολέμου μνῆμα τόδε ἀθάν<α>τον.
[․․][․]ις ὅδε Ἁρπάγο υἱὸς ἀριστεύσας τὰ ἅπαν<¹⁴τα>¹⁴
25 [χε]ρσὶ πάλην Λυκίων τῶν τότ’ ἐν ἡλικίαι.
[πο]λλὰς δὲ ἀκροπόλες σὺν Ἀθηναίαι πτολιπόρθωι
[π]έρσας συνγενέσιν δῶκε μέρος βασιλέας.
ὧν χάριν ἀθάνατοί οἱ ἀπεμν<ή>σαντο δικαίαν,
ἑπτὰ δὲ ὁπλίτας κτεῖνεν ἐν ἡμέραι Ἀρκάδας ἄν|δ|ρ|ας,
30 Ζηνὶ δὲ π<λ>ε͂στα τροπαῖα β<ρ>οτῶν ἔ<σ>[τ]ησεν ἁπάν<τ>ων,
καλλίστοις δ’ ἔργοις Κα[ρ]κα γένος ἐστεφάνωσεν.
Search Help
Contact Us