[ ]
Lycia — Simena (Kale--Kekova) — IGR 3.692
1 | ἐτείμησαν Ἀπερλειτῶν ὁ |
δῆμος καὶ οἱ συνπολιτευόμενοι | |
αὐτῷ Σιμηνέων καὶ Ἀπολλωνειτῶν | |
καὶ Ἰσινδέων δῆμοι Ἱππόλοχον Ἀ- | |
5 | πελλέους [Μ]υρ[έα] καὶ Ἀπερλείτην |
ἀπὸ Σιμήνων χρυσῷ στεφάνῳ καὶ | |
εἰκόνι χαλκῇ, ἄνδρα καλὸν καὶ ἀγα- | |
θὸν ὑπάρχοντα διὰ προγόνων, ἱερα- | |
τεύσαντα [Τιβερίου] Κλαυδίου Καί- | |
10 | σαρος Σεβαστοῦ καὶ πρυτανεύσαν- |
τα γʹ καὶ ἱερατεύσαντα Ῥώμης καὶ Δι- | |
[ὸς] καὶ Ἀπόλλωνος καὶ τα[μι]εύσαντα | |
[καὶ γυμνασι]αρχήσαντα καὶ τὰς ἄλ[λας] | |
[λειτουργί]ας τελέσαντα πάσας σε[μ]- | |
15 | [νῶς καὶ φιλ]οδόξως πάσῃ ἀρετῇ |
[διαφ]έροντα. |