[ ] Lycia (Kibyr.) — Balboura (Çolkayığı) — 158 AD — Oliver GC 159
1 [Α]ὐτο[κρά]τω[ρ] Καῖσαρ, [θ]εοῦ
Ἁδρι[α]νοῦ υἱός, θεοῦ Τραιανοῦ
Παρθικ[οῦ υἱ]ωνός, θεοῦ Νέρουα
ἔγγονος, Τ[ί]τος Αἴλιος Ἁδρια-
5 νὸς [Ἀ]ντ[ω]νεῖνος Σεβαστ[ς],
ἀρχιερε[ὺς μ]έγιστος, δημ(αρχικῆς) ἐξ(ουσίας)
τὸ καʹ, αὐτοκράτ[ω]ρ τὸ βʹ, ὕπατος
τὸ δʹ, π(ατὴρ) π(ατρίδος), Β[α]λβουρέ[ω]ν τοῖς
ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ
10       δήμῳ χαίρειν.
τὴν φιλοτειμίαν ἣν ἐπιδέδει-
κται πρὸς ὑμᾶς Μελέαγρος
Κάστορος [ἐπῄν]ε̣σ̣α̣ [․․․]ντ̣Λ̣[․․․]
[․․․ ἀγῶνα γυμνικ]ὸν μουσικόν [τε]
15 ἐ̣ν τῇ̣ [ὑμετ]έ̣ρ̣ᾳ̣ πόλει· ἔστω̣ δ[ὲ]
π̣ά̣[ν]τα εἰ[ς τὸν ἀ]εὶ κύρια τὰ ἐπὶ τ̣ῇ̣
ἐπιτελ[εί]ᾳ̣ αὐτοῦ ὁρισθέν-
τα, ἐπεὶ καὶ ὑπὸ τοῦ θεοῦ πατρός
μου Τερμησσεῦσι συνεχωρή-
20 θη τοῦτο ἐφ’ ὁμοίας ὑποσχέ-
σεος ἣν καὶ ὑμεῖς τῷ ψηφίσ-
ματι ἐνεγράψατε. {²vac.}²
          [εὐτ]υχεῖτε.
Search Help
Contact Us