[ ] Lycia — Megiste Isl. (Castellorizo)
1 Σ․․․․․ωνα․․․․․ Τίμων πόρε τοῦτ’ ἐπίσ[α]μον
μνᾶμα καὶ εὐλιμένου κείμενον ἐντὸς ἄκρας.
οὐ γάρ τοι γενεᾶ τέκνοι[ς τ’] ἤνθησε κατ’ οἶκον
ὥστ’ ἂ[ν, ἐπ]είκε θάνηι, σᾶ[μ’] ἐπὶ τῶι κτερίσαι.
5 [τ]οιγάρτ[ο]ι μνάμας αἰωνίου αὐτὸς ἑατῶι
τεῦ[ξ]ε τὸν εἰς αἰεὶ<ς> εἰκόν’ ὑποχθονίων.
ἀλλὰ σύ, ναυβάτα, χαῖρε κα[ὶ․․] ορ․․․
πα․․ρ․․ι τυνο․ς ὦ ξένε καὶ ․․․․․․αιους ․․․․․
Search Help
Contact Us