[ ] Lycia (Kibyr.) — Oinoanda (Incealiler) — BCH 10.1886.222,5 — IGR 3.490
1        Πισίδι.
Τερμησσέων τῶν πρὸς
Οἰνοάνδοις ἡ βουλὴ καὶ
ὁ δῆμος καὶ ἡ γερουσία
5 ἐτείμησεν καὶ ἀνδριάν-
τος ἀναστάσει Μᾶρκον
Αὐρ. Ὀνησιφόρον τὸν καὶ
Ἕρμαιον νεανίαν φιλόπα-
τριν καὶ φιλότειμον καὶ
10 μεγαλόφρονα ἐν πάσαις
ἀρχαῖς καὶ λειτουργίαις,
ἄρξαντα καὶ Λυκίων τοῦ
κοινοῦ ἱερωσύνην θεᾶς Ῥώ-
μης, τὸν ἀξιολογώτατον
15 ἀρχιφύλακα Λυκίων.
Search Help
Contact Us