[ ] Lycia (Kibyr.) — Oinoanda (Incealiler) — Dkschr.Wien 45,1.1897.48 cf. — IGR 3.495
1 [Τερμησ]σέ[ων] τ[ῶν] πρὸς Οἰν[οάν]-
[δοις ἡ] βουλὴ καὶ ὁ δῆμος ἐτ[είμη]-
[σ]εν Γάιον Λικίννιον Γαίου Λικινν[ίου]
υἱὸν Σεργία Θοαντιανὸν Οἰνοανδ[έ]-
5 α, τῆς μὲν [π]ατ[ρί]δος γενόμε-
νο[ν π]ρ[ῶ]τον, οὐδενὸς δὲ τῶν ἐν
τῇ ἐ[π]αρχείᾳ δεύτερον, ἀπόγονον
[ν]αυάρχων, καὶ ἱππάρ[χ]ων καὶ ὑπὸ βασι[λέ]-
[ω]ν [καὶ] δόγματι συνκλήτου τετειμη-
10 μένων, ἔγγονον Γαίου Λικιννίου Θόα[ν]-
[τ]ος, υἱοῦ πόλεως, καὶ [σ]τ[ρα]τη[γ]ῶν καὶ [ἀ]ρ-
[χι]φυλάκων καὶ γραμματέ[ων] τοῦ ἔθνους
κ[α]ὶ Λυκιαρχῶν πρ[ωτ]ευσάντων τοῦ ἔ-
θνους, πολλὰ καὶ μεγάλα τῇ τε πόλει
15 {π} ἰδί[ᾳ] καὶ τῇ ἐπαρχ[εί]ᾳ παρεσχημένον,
[δ]ι’ ὃ[ν] κ[αὶ σ]ειτηρ[έσ]ια καὶ γυμνασιαρχίαι καὶ
διανομαὶ οὐ μόνον ἐν τῇ πόλει ἀλλὰ
καὶ ἐν τῷ ἔθνει συνεστᾶσιν, ὑπερ[β]αλ[λ]ό{υ}-
μενον {²⁶ὑπερβαλλόμενον}²⁶ τῶν προγόνων οὐ μόνον τὴν ἐν
20 ταῖς ἀδιαλείπτοις εὐεργεσίαις λαμ-
πρότητα ἀλλὰ καὶ τὴν τῶν ἠθῶν ἀρετὴν,
ἐν πάντι καιρῷ τὴν πατρίδα εὐεργετή-
σαντα, ἀνεψιὸν καὶ θεῖον συνκλητικῶν
καὶ ὑπατικῶν, ξένον καὶ φίλον ἡγεμό-
25 νων καὶ ἀνθυπάτων καὶ ἐπιτρόπων, ἄν-
δρα μεγαλόφρονα καὶ ἐκπρεπέστα-
τον καὶ διασημότατον ἔν τε λόγων καὶ
ἠθῶν ἀρετῇ κεκοσμημένον, τὸν τρο-
φέα καὶ εὐεργέτην καὶ κτίστην
30 ἀρετῆς καὶ εὐνοίας ἕνεκεν.
Search Help
Contact Us