[ ] Lycia — Kyaneai (Yavu) — Eranos Vind.(1893) 83-84 — IGR 3.705
0 [ἐπὶ ὑπάτων Οὐαλερίου Λάργου καὶ Οὐαλερίου Μεσσαλείνου] {²⁸147 ac}²⁸,
ἐπὶ ἀρχιερ[έος τῶν Σεβαστῶν]
Γαίου Ἰουλ[ο]υ Τληπολέμου,
μηνὸς Δύστρου [θʹ], ὑποτα-
γὴ ἐπιστολῆς Κλαυδίου
5 Ἀντιμάχου Οὐωκωνίῳ Σάξᾳ
περὶ τειμῶν καὶ ἀντιγραφὴ Σά-
ξα, καὶ ἰσγραφαὶ καὶ τειμαὶ ὑπὸ
τοῦ ἔθνους Ἰάσονι Πανοικίῳ.
ἐπὶ ὑπάτων Σαλβιδηνοῦ Σκι-
10 πίωνος Ὀρφίτου καὶ Σοσσίου
      Πρείσκου {²⁸149 ac}²⁸.
ἐπὶ ἀρχιερέος τῶν Σεβαστῶν
Οὐηρανίου Τληπολέμου, μη-
νὸς Δείου γʹ, ὑποταγαὶ
15 ψηφισμάτων Μυρέων
καὶ ἐπιστολῆς Ἰουλίῳ Αὐείτῳ
καὶ ἀντιγραφῆς Αὐείτου
καὶ ψηφισμάτων Παταρέων,
Ἀπερλειτῶν, Γαγατῶν.
20 ἐπὶ ὑπάτων Μάρκου Κονίου
Σιλβανοῦ καὶ Σερρίου Αὐγουρείνου {²⁸156 ac}²⁸,
ἐπὶ ἀρχιερέος τῶν Σεβαστῶν
Ἀρχεπόλεος τοῦ Τειμάρχου,
μηνὸς Ἀρτεμεισίου κζʹ,
25        Παταρέων.
Search Help
Contact Us