[ ]
Lycia — Teimioussa (Üçağız)
| 1 | τὸν τάφον κατεσκευάσατο |
| Ἀρχέδημος Ἑρμαπίου ἑατῷ | |
| καὶ τῇ γυναικὶ αὑτοῦ Μάμα Οὐαμάρου | |
| καὶ τοῖς τέκνοις καὶ τῶν τέκνων τέ- | |
| 5 | κνοις, ἄλλῳ δὲ μηδενὶ ἐξέστω θάψαι· |
| ἐὰν δέ τις θάψη τινὰ ὀφειλέτω<ι> | |
| Μυρέων τῷ δήμῳ (δραχμὰς) ͵γ, τῆς πράξε- | |
| ως οὔσης παντὶ τῷ βουλομένῳ | |
| ἐπὶ τῷ ἡμίσει. |