[ ] Lycia — Teimioussa (Üçağız)
1 τὸ μνημεῖον κατεσκευάσαντο Οὐλλί[α]ς
Δημητρίου Και[σ]αρ[ως](?) καὶ ․․․․όνι-
ος Ἐπαφροδείτου (τοῦ) Ἑρμογένους Κυανεῖ-
ται ἑαυτοῖς καὶ γυναιξὶν αὑτῶν [Π]ανο-
5 [π]ίδι καὶ Καλανδαρία καὶ [τέ]κνοις αὑτῶν
καὶ ἐγγόνοις — — — — — — — — — — — — — καὶ
οἷς ἂν ζῶντες συνχωρήσωμεν·
τὰ δὲ θρεπτάρια ἡμῶν κηδευθήσε-
ται ἐν τῶ ὑποσορίω· ἄλλω δ[ὲ] οὐ-
10 δενὶ ἐξέστω ἐνθά[ψ]αι τινὰ ἢ ὀφει-
[λ]έσει Κυανειτῶν τ[ῆ] πόλει (δηνάρια) ͵α,
ὧν τὸ ἥμυσυ ὁ ἐλένξας λήμψετε.
[σ]υνεχωρήσαμεν δὲ κ[α]τὰ κ[ο]ιν[ὴ]ν ․․․
— — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us