[ ] Lycia — Tyberissos (Assar)
1 τὸν τάφον κα[τε]σκευάσατ[ο] Ἱππόλοχος Τιμοθέου
τῷ πατρὶ αὑτοῦ καὶ τῆ μητρὶ Μυρεννεῖ καὶ Μονε τῇ((?)
γυναικὶ καὶ ἑαυτῷ<ι> καὶ τοῖς τέκνοις· ἄλλῳ δὲ μη-
δενὶ ἐξέστω<ι> ταφῆναι· εἰς δὲ τὸ ὑποσόριον ἐξέστ[ω]
5 ταφῆναι καὶ τοῖς τῶν τέκνων τέκνοις, ἄλλω δὲ μηδενί.
Search Help
Contact Us