[ ]
Lycia — Istlada (Hayitli)
| 1 | τὸν τάφον κατεσκευάσαντο Μόσχος καὶ Ἑρμα[π]ίας καὶ Δημή- |
| τριος καὶ Πλάτων ο(ἱ) Μόσχου βʹ τοῦ Ἑρβλάτου ἑαυτοῖς καὶ γυναι- | |
| ξὶν ἡμῶν καὶ τοῖς ἐσομένοις (ἐ)ξ ἡμῶν τέκνοις καὶ τοῖς ἐκ τούτων ἐ- | |
| σομένοις τέκνοις καὶ Μόσχω τῶ πατρὶ καὶ Χναύα τῆ μητρὶ ἡμῶν· ἄλλω | |
| 5 | δὲ μηδενὶ ἐξέστω θάψαι· ἐὰν δέ τις θάψη, ἁμαρτωλὸς ἔστω θεοῖς |
| χθονίοις καὶ ὠφειλέτω Ἰστλαδέων τῶ δήμω εἰς τὸν τουξομενδυος(?) | |
| λόγον (δραχμὰς) ͵γʹ, τῆς πράξεως οὔσης παντὶ τῶ βουλομένω ἐπὶ τῶ ἡμίσει. | |
| εἰς δὲ τὸ ὑποσόριον ἐνταφήσονται οἵ τε δοῦλοι ἡμῶν καὶ οἱ ἀπε- | |
| λεύθεροι. |