[ ] Lycia — Istlada (Hayitli)
1 τὸν τάφον κατεσκευάσαντο Μόσχος καὶ Ἑρμα[π]ίας καὶ Δημή-
τριος καὶ Πλάτων ο(ἱ) Μόσχου βʹ τοῦ Ἑρβλάτου ἑαυτοῖς καὶ γυναι-
ξὶν ἡμῶν καὶ τοῖς ἐσομένοις (ἐ)ξ ἡμῶν τέκνοις καὶ τοῖς ἐκ τούτων ἐ-
σομένοις τέκνοις καὶ Μόσχω τῶ πατρὶ καὶ Χναύα τῆ μητρὶ ἡμῶν· ἄλλω
5 δὲ μηδενὶ ἐξέστω θάψαι· ἐὰν δέ τις θάψη, ἁμαρτωλὸς ἔστω θεοῖς
χθονίοις καὶ ὠφειλέτω Ἰστλαδέων τῶ δήμω εἰς τὸν τουξομενδυος(?)
λόγον (δραχμὰς) ͵γʹ, τῆς πράξεως οὔσης παντὶ τῶ βουλομένω ἐπὶ τῶ ἡμίσει.
εἰς δὲ τὸ ὑποσόριον ἐνταφήσονται οἵ τε δοῦλοι ἡμῶν καὶ οἱ ἀπε-
λεύθεροι.
Search Help