[ ]
Lycia — Myra (Kocademre): Sura — IGR 3.714
| 1 | ἐπιφανεστάτῳ θεῷ Σουρίῳ |
| Ἀπόλλωνι Μυρέων, τῆς μητροπό- | |
| λεως τοῦ Λυκίων ἔθνους, ἡ βουλὴ καὶ | |
| ὁ δῆμος ἐτείμησε πάλιν καὶ ἀνδρι- | |
| 5 | άντι Ἀντίγονον δὶς τὸν καὶ Λυσίμα- |
| χον Μυρέα, ἱερέα διὰ βίου τοῦ ἐπιφανεσ- | |
| τάτου θεοῦ Σουρίου Ἀπόλλωνος, σεμνῶς | |
| τὴν ἱερατεί[α]ν τοῦ [θ]εοῦ ἔ[τι] ἄγοντα, ἀρξά- | |
| μενον τῆς ἱερατείας ἀπὸ ἐτῶν λʹ καὶ ἄγον- | |
| 10 | τα ἤδη ἔτη εἰς τὴν ἱερωσύνην κδʹ ἕως |
| Ἀρχεμβρό[τ]ου τοῦ Μακεδόνος, γένεος | |
| καὶ πάππων καὶ προπ[ά]ππων εὐγενεστά- | |
| των, τετε<λ>εκότων τὰς ἀρχὰς πάσας καὶ | |
| ἐγ δευτέρου, αὐτ[ὸν ὡ]ς ἀγωνοθετήσαντα | |
| 15 | πανηγύρεος τῆς ἀρχηγέτιδος θεοῦ Ἐλευ- |
| θέρας, καὶ ταμιεύσαντα καὶ γραμματεύ- | |
| σαντα τῆς βουλῆς καὶ τοῦ δήμου, ὑποδε- | |
| ξάμενον [δὲ] τοὺς κυριακοὺς ὡς μαρτυ- | |
| ρηθῆναι τὴν πόλιν ὑπὸ τῶν ἐπάρχων, | |
| 20 | καὶ γυμνασιαρχήσαντα τῆς σεμνο[τ]άτης |
| γερουσίας [καὶ] πρυτανεύσαντα καὶ ταμ- | |
| ιεύσαντα τῶν Σεβαστ[ῶ]ν ὑπὲρ τῆς εὐγε[νέ]- | |
| ος γυναικὸς αὐτοῦ Πλατωνίδος τῆς καὶ | |
| Λυκίας [Μ]ουσέρ[ω]τος Μυρίσσης. τὸν δ’ ἔτι | |
| 25 | λοιπὸν χρόνον τῆς ἱερατείας ἐπιγράψει |
| αὐτὸς ἢ τὰ τέκνα καὶ ἔγγον[α α]ὐτοῦ. |