[ ]
Lycia — Trysa (Gölbaşi, nr.)
1 | Τρυ[σ]έων ὁ δῆμος ἐτείμη- |
σ[εν] Δημήτριον Κρατίπ- | |
που χρυσῷ στεφάνῳ καὶ εἰ- | |
κόνι χαλκῇ ἄνδρα καλὸν | |
5 | [καὶ ἀ]γαθὸν ὑπάρχοντα καὶ |
[προ]γόνων τετειμημένων | |
καὶ πάσῃ ἀρετῇ [κ]αὶ πίστει δια- | |
φέροντα. |