[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 185 AD
1 [Τιβέριον Κλ]αύδιον Στασιθέμιδος δὶς τοῦ Τηλεμά-
[χου — — — Κ]υρείνα Τηλέμαχον, φιλοσέβαστον καὶ φιλό-
[πατριν, Ῥωμαῖο]ν̣ καὶ Ξάνθιον καὶ Παταρέα καὶ Μυρέα, πολειτευόμενον
[δὲ καὶ ἐν ταῖς κατ]Λυκίαν πόλεσι πάσαις, τὸν τῶν Αὐτοκρατόρων ξέ-
5 [νον, χειλίαρχον] λεγεῶνος δ Σκυθικῆς, τὸν ἀρχιερέα τῶν Σεβαστῶν καὶ
[γραμματέα Λυκί]ων τοῦ κοινοῦ, ἀρχιερατεύσαντα τῶν Σεβαστῶν καὶ γραμμα-
[τεύσαντα καὶ ἀγω]νοθετήσαντα ἐν τῇ ἠγμένῃ ἰσολυμπίῳ πενταετηρικῇ
[πανηγύρει ἐν τῷ] παρ’ ἡμεῖν ἁγιωτάτῳ ἱερῷ τῆς Λητοῦς εὐσεβῶς καὶ φιλοδό-
[ξως, χαρισάμεν]ον δὲ καὶ ἀργυρικὰς τῇ πόλει καὶ τῷ ἔθνει ἐπιδόσεις,
10 [ἱερατεύσαντα τ]οῦ ἔθνους θεᾶς Ῥώμης, τετειμημένον ἐν πάσαις
[ταῖς κατὰ Λυκία]ν πόλεσι καὶ ὑπὸ Λυκίων τοῦ κοινοῦ ταῖς πρώταις καὶ
[δευτέραις καὶ τ]ρίταις τειμαῖς, τειμώμενον δὲ καὶ ὑπὸ τοῦ Λυκίων
[ἔθνους κατ’ ἔ]τος διὰ παντός, προγόνων ὑπάρχοντα στρατηγῶν
[— — — — — γραμ]ματέων πρυτανέων γυμνασιάρχων τῶν πόλλα
15 [καὶ μεγάλα τῷ ἔ]θνει καὶ ταῖς πόλεσι παρασχομένων ἐν πολε[ι]τείαις,
[— — — — — ἀργυ]ρικαῖς ἐπιδόσεσι, ἀναθέσεσι κοινείων, ἄνδρα μεγαλό-
[φρονα — — — —] λόγῳ καὶ ἤθει καὶ δικαιοσύνῃ διαφέροντα,
[— — — — — — —] vac. ἕνεκεν.
Search Help
Contact Us