[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 152 AD — SEG 30.1535
1   δωρεὰς ἔδωκεν·
Λυκίων τῶι κοινῶι εἰς μὲν
 διανομὰς                 μ(υριάδας) κεʹ,
εἰς δὲ τὸ ἐν τῶι ἱερῶι ἐθνικὸν
5  Καισάρειον               μ(υριάδας) γʹ
Ξανθίοις δὲ γε[ρουσ]ί̣α̣ι̣ μ̣(υριάδας) α̣ʹ,
 ὑπὲρ Ἑλένης μ(υριάδας) γʹ, εἰς γυναικεῖ-
 ον βαλανεῖον μ(υριάδας) αʹ, εἰς τὰ ἐν τῶι
 ἱερῶι ἔργα μ(υριάδας) ιβʹ (ἥμισυ), εἰς τὸ γυμνάσιον
10  καὶ τὸ ἐν αὐτῶι βαλανεῖον μ(υριάδας) δʹ (ἥμισυ)
 εἰς τὴν ἀγορὰν μ(υριάδας) γʹ,   ὅ(λον) μ(υριάδας) κεʹ.
Παταρεῦσιν εἰς μὲν στοὰν τὴν
 ὑπ’ αὐτοῦ γεγονυῖαν διπλῆν πρὸς
 τῶι λιμένι μ(υριάδας) δʹ, εἰς δὲ σιτομέτριον
15  μ(υριάδας) αʹ, εἰς δὲ πανήγυριν μ(υριάδας) βʹ ͵β, ὅ(λον) μ(υριάδας) ζʹ ͵β.
Μυρεῦσιν εἰς τὸ περίστυλον τοῦ
 γυμνασίου καὶ τὴν σκούτλωσιν
 αὐτοῦ καὶ τοὺς κείονας   μ(υριάδας) εʹ ξʹ
Τλωεῦσιν εἰς μὲν βαλανεῖον μ(υριάδας) γʹ
20  εἰς δὲ τὴν ἀγορὰν μ(υριάδας) εʹ,   ὅ(λον) μ(υριάδας) ηʹ
πᾶσιν δὲ τοῖς ἐν Λυκίαι κατὰ πόλιν
 βουλευταῖς ἀνὰ       (δραχμὰς) ιʹ
Ξανθίοις δὲ πᾶσι καὶ σίτου ἑκάστωι ἀνὰ μο(δίους) ι
τὰ δὲ τέκνα πάντα τῶν πολειτῶν παιδεύ-
25 ει τε καὶ τρέφει, ἔτεσιν μὲν ιϛ αὐτὸς ἀνα-
δεξάμενος τὴν φροντίδα, μετὰ ταῦτα δὲ
κτήσεις καὶ ἀργύρια ἀναθεὶς τῆι πόλει σὺν
ἐνιαυτοῦ προενθήκηι, ὥστε ἐκ τῆς προσόδου
εἰς αἰῶνα τὴν χάριν αὐτοῦ φυλάσσεσθαι·
30 δίδωσιν δὲ καὶ κηδευτικὸν τοῖς βιώσασιν,
ἐκδίδωσιν δὲ καὶ τὰς πενιχρὰς παρθένους,
τρέφει δὲ καὶ τοὺς πενομένους.
τὰς στοὰς τάς τε ἁπλᾶς καὶ τὰς διπλᾶς τοῦ ἱεροῦ
 τῆς Λητοῦς ἐμπρησθείσας καὶ τὸ Καισάρει-
35  ον ἀποκαταστήσας ἐκ τῶν ἰδίων καὶ κα-
 θιερῶν τὰ ἔργα ἔδωκεν
τῆι μὲν βουλῆι καὶ γερουσίαι [κ]αὶ τοῖς
 σιτομετρουμένοις ἀν[{αν}δράσ]ι̣ν {²⁶ἀνδράσιν}²⁶ ͵α
τοῖς δὲ λοιποῖς πολείται[ς κ]αὶ
40  μετοίκοις ἀνὰ     (δραχμὰς) ι.
τόκους δὲ ἀνῆκεν καὶ ἀρχαῖα
 ἐχαρίσατο εἰς             μ(υριάδας) μʹ.
Search Help
Contact Us